The New Man and the Rule of Love
… members. And having listed the man made up of these members, he urges them to strip off the old man with his deeds. … As there is an old man, so there is a new one too, that is, the spiritual mind; and its members are good deeds, which he also lists when he says “kindness, long-suffering” and the rest (Colossians 3:12).
On Colossians 3:11: This is like the words “that he may be all in all” (1 Corinthians 15:28). What he means is this: that God may work all things in all who set their minds on the things of God. When you think and do what belongs to Christ, he is the one acting through you, and he is in you.
The second catena form adds: … not heaven in heaven, nor earth in earth. … He is in you by your doing what pleases him.
On Colossians 3:14: Unless love leads the way, none of our duties is carried through to completion. It is when we love one another that we both keep from harming one another and take care to do one another good.
On Colossians 3:15: Do not let those who lead you astray, he says, rob you of the prize; let the peace of Christ be the umpire among you, so that you are united to Christ. “And be thankful.” To whom? To Christ, of course, who called you; and do not run to angels for shelter.
The second catena form adds: … in your hearts, that is, by being united to Christ and setting your minds on what is his. Then comes another exhortation.
On Colossians 4:1: Since your slaves, he says, serve you with goodwill, you masters must also repay them justly and fairly, with the care that is fitting. So fairness answers to their goodwill.
Greek
καταριθμεῖ. καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ· ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστι τὸ φρόνημα τὸ τῆς ἁμαρτίας, μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὥσπερ ἐστὶ παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος τοῦτ' ἔστι τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ αἱ ἀγαθαὶ πράξεις, ὡς καὶ ἀριθμεῖ λέγων χρηστότητα, μακροθυμίαν καὶ τὰ ἑξῆς. Kol3,11 Τοῦτο ὅμοιόν ἐστι τῷ ἵνα ᾖ τὰ πάντα ἐν πᾶσιν. ὃ δέ φησιν τοιοῦτόν ἐστιν· ἵνα ἐν πᾶσι τοῖς φρονοῦσι τὰ τοῦ θεοῦ τὰ πάντα ὁ θεὸς ἐνεργῇ. ὅταν γὰρ τὰ τοῦ Χριστοῦ φρονῇς καὶ ποιῇς, αὐτός ἐστιν ὁ ποιῶν διὰ σοῦ καὶ ἔστιν ἐν σοί. Ὅμοιόν ἐστιν· ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν· οὐκ οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ. ἀλλ' ὅ φησιν τοιοῦτόν ἐστιν· ὅταν τὰ τούτου φρονῇς καὶ ποιῇς, θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ, καὶ αὐτός ἐστιν ἐν σοὶ τῷ ποιεῖν σε ἃ ἐκείνῳ δοκεῖ. 328 Kol 3,14 Ἀγάπης μὴ προηγουμένης οὐδὲν τῶν δεόντων τελειοῦται· τότε γὰρ καὶ τοῦ κακῶς ποιεῖν ἀλλήλους ἀπεχόμεθα καὶ τοῦ εὖ ποιεῖν φροντίζομεν, ὅταν ἀλλήλους ἀγαπῶμεν. Kol 3,15 Μὴ οἱ πλανῶντες ὑμᾶς, φησί, καταβραβευέτωσαν, ἀλλ' ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ὑμῖν εἰς τὸ ἡνῶσθαι Χριστῷ· καὶ εὐχάριστοι γίνεσθε. τίνι; δηλονότι τῷ καλέσαντι ὑμᾶς Χριστῷ, καὶ μὴ ἀγγέλοις ὑποτρέχητε. Μὴ οἱ πλανῶντες καταβραβευέτωσαν, ἀλλ' ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τοῦτ' ἔστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν. εἶτα πάλιν προτροπή. Kol 4,1 Τῶν δούλων ὑμῖν, φησί, μετ' εὐνοίας ὑπηρετούντων, καὶ ὑμεῖς οἱ δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.