Selections on Job
Selecta in Job
Job 1 raid timing and Job 19 hard words§1
1On Job 1 the Selecta mark how the Accuser ordered the raid: camels under the horsemen, donkeys and ox-teams under the captors, sheep under fire because he hated them, and the sons targeted whenever he found a time. Had he found them reading or praying, Origen says, he would have had no place to strike; he prevailed when the moment was drunkenness and the drinking-party. The wind that struck the houses corners is read with the hypocrites who pray on street corners: whoever has left the straight road lives by corners, and a broad corner is large, loose wickedness.
On Job 19, How long will you weary my soul? heavy words work like heavy loads on beasts. Baldads speech felt like a crushing pack, and nothing reaches a soul like a hard word — many endure bodily torture who cannot endure insult. The finished athlete still endures while weary; to bear insult is greatness, as Paul says, Being reviled, we bless. Job remains the bravest of athletes, yet he feels the fatigue of harsh oversight and asks why friends add soul-pain to body-pain, wounding more with speech than disease wounds flesh.
You speak against me names shameless face-to-face insult. I cry out and nowhere is judgment means the bout is not finished: the crowns verdict does not come mid-wrestling. Origen will not accuse God that Job suffers without sentence; judgment here is freedom and release. Chapter 20 then turns to gifts going up to heaven and the heretics lofty sacrifice, and to dreamlike enemies who invent faults and vanish like smoke in the psalm.
Greek · §1
Selecta in Job ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΙΩΒ. 12.1032 ΚΕΦ. Αʹ. Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει· διὰ τοῦτο πῦρ ἐπ' αὐτὰ κατήγα γεν· ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑρήκει ἀναγινώ σκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι· εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἐδύνατο ποιῆσαι κατ' αὐτῶν· ἀλλ' ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος ἦν ὁ καιρός; μέθη ἦν, συμ πόσιον ἦν. Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβη κὼς εὐθείας ὁδοῦ ταῖς γωνίαις κέχρηται· πλατεῖα δὲ γωνία ἐστὶν ἡ πολλὴ καὶ ἀνειμένη κακία. ΚΕΦ. ΙΘʹ. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κά μνειν ποιεῖ τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιε ζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις εἰρημένων· ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰ σθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν· «Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου,» καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατ' ἐμοῦ τοὺς λόγους; Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράν νου λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει τὰ προκείμενα. Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός· πολλάκις γάρ τις ὑπομείνας βασά νους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ' ὑπομένει τοὺς χαλεποὺς λόγους· ὕβριν γὰρ ὑπομέ νειν, μεγάλου ἀνδρός ἐστι· διόπερ ἐν τοῖς ἀνδραγα θήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· «Λοιδορούμενοι εὐλογοῦμεν· βλασφημούμενοι παρακαλοῦμεν.» Καὶ νῦν δὲ ὁ Ἰώβ ἐστιν, ὁ τῶν ἀθλητῶν γενναιότατος, ὁ ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως 12.1033 περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν· ἀλλ' ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆ σαι. Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρα σκευάζει, διὰ τοῦτό φησιν· Ἀνθ' ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πό νον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα; Καταλαλεῖτέ μου. Πολλάκις καταλαλεῖ τις κα κῶς ποιῶν· ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνειδίζων καὶ ὑβρίζων. Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα. Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται· ἔτι ἀθλῶ. Ὡσεὶ ἔλεγεν· Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται· ἔτι γὰρ παλαίω. Ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου. Καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶ μεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐ δαμοῦ τὸ κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθε ρίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς. ΚΕΦ. Κʹ. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα. Καὶ ὁ αἱρετικὸς ὅταν εὔξηται, ὅταν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν. Οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν· Ποῦ εἰσιν οἱ τοιοῦτοι ἐν υπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα; Οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλό μενοι· καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὃ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν τι καὶ ∆αυῒδ ψάλλει· «Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέ λιπον·» καὶ πάλιν· «Ὡσεὶ ἐνύπνιον ἐξεγειρομέ νων.» Πλοῦτος
Unjust heretical wealth and Job 21 charges§2
2Unjust wealth will be vomited. Origen names another such wealth: heretical words that fill the belly with teaching against the truth — not sweet, but gall of asps, wine from the vine of SodomGod will not let that hoard stay; an angel will drag them from the badly built house — the assembly of evildoers. Watch, then, lest persuasive heresy strip you from the Churchs mystery.
The heterodox does not see the milking of nomads: nomads are souls pastured under the good shepherd. Doctrines against God have no sweetness, only harsh density. He crushed many weak houses: finding someone soft in faith and sound teaching, the heterodox teacher plunders and cannot set the lie on its feet. A day of wrath is prepared for him — circumcised apostate, heterodox, or any other impious person.
Why do the impious live and grow old in wealth? means long-standing riches, not a sudden fortune. Flute, harp, and drum name another fatherly happiness in childrens joy. From such suspicions the accuser charges Job with taking pledges for nothing and stripping clothing from the naked.
Greek · §2
ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Οἶδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐν αντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν· ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ «χολὴ ἀσπίδος,» τουτέστι πονηρά· ὡς εἴρηται ἐν ∆ευτερονομίῳ ἐν ᾠδῇ Μωϋ σέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν.» Ἀλλ' ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συνα γόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι. Ἄγγελος γὰρ κατ' εὐεργεσίαν Θεοῦ ἐξελ κύσει αὐτοὺς ἐπ' αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας· ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων. Ἐπά γει γοῦν· «Ἐξ οἰκίας αὐτοῦ,» καὶ τὰ ἑξῆς. 12.1036 Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα. ∆ιὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μή ποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετικῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῆς Ἐκκλησίας. Μὴ ἴδοι ἄμελξιν νομάδων. Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων. Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εὑρί σκουσαι. Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά. Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν. Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ. Καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν· ἁρπά ζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν· οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦ δος. Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. Καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ' ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει ρημένοις. ΚΕΦ. ΚΑʹ. ∆ιὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Τὸ μέντοι, «πεπαλαίωνται ἐν πλούτῳ,» εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ' ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν. Ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν. Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων ἡ εὐφροσύνη, ἣν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφ' ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδο ναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελ ωδίᾳ κατακηλοῦνται· ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελ γῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργά νων ἐπικροτοῦντες. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. Τουτ έστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλ' ἐν βίῳ τελείῳ τοῖς σωματικοῖς ἀγαθοῖς ἐντρυ φῶντες διετέλεσαν· καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευ τῆς τῆς εὐημερίας. Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμήθησαν. Ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα σάνιστοι εἰς ᾅδην κατέρχονται. Ἢ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλ' ὥσπερ ὑπνοῦν τες, οὕτως ἀποθνήσκουσιν. Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόν τες δὲ ἀναπαύονται· οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ἐν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν. ΚΕΦ. ΚΒʹ. Πότερον οὐ Κύριός ἐστιν ὁ διδάσκων; Ὑγιὲς δὲ τὸ δόγμα τοῦτο, ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ 12.1037 δύναται εἶναι ἄνθρωπος· «ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν,» καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλ λος ἐστὶν ἀλλ' ἢ Θεός. ∆ιδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ' αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ. Οὐκ οῦν, κἂν ἄνδρες δίκαιοι ἡμᾶς διδάσκωσι, διδασκαλι κὴν εἰληφότες χάριν, πάλιν ὁ Κύριός ἐστιν ὁ δι' αὐ τῶν διδάσκων ἡμᾶς· καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διαν οιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν, κατὰ τὴν θείαν γίνεται χάριν. Ἢ λόγον σου ποιούμενος ἐλέγξει σε; Πρὸς τοῦτο εἴποιμεν ἂν, ὅτι οὐ φροντίζων ὁ Θεὸς μήποτε αὐτός τι βλαβῇ, ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼβ ἐντεῦθεν, ὅτι ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευεν ἀπὸ τοι ούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· «Ἠνε χύραζες διακενῆς·» τουτέστι μηδὲν ἐποφειλόμε νος. Προσεπιτείνων δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν φησίν. Ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά. Ἐὰν μέντοιγε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν
Stripping the naked; Job clothed in righteousness§3
3If I reclaim a debt by stripping a persons only tunic, I have taken the clothing of the naked. Lending often hardens us: the debtor feeds wife and children on a few coins, and we still demand bitterly while we have more than enough. Origen hears You stripped the naked not only as seizure but as refusal to clothe and feed — greed by omission.
The friends fall silent as if bound at the mouth, sensing they are unfit to speak beside Jobs greater works; a finger marks the smallest deed. Job had put on righteousness as a tunic and judgment as a double cloak — clothing woven from virtue. Chapter 32 opens with Elihus fear to announce his knowledge of how people suffer and how the unjust sometimes prosper in this life.
Greek · §3
χιτῶνα προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσ οφειλέτας ἔχωμεν. Πολλάκις ὁ ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, καὶ μὴ βλέποντες, ὅτι γυναῖκα τρέφει, καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν, ἀπαιτοῦμεν πικρῶς, ἔσθ' ὅτε καὶ περισσὰ ἔχοντες παρ' ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι, «Ἀμφίασιν γυμνῶν ἀφείλου.» Ἴσως δὲ καὶ τὸ μὴ δοῦναι τῷ γυμνῷ ἱμάτιον ἀφαίρεσιν ὀνομά ζει· ἀποστερητὴς γάρ ἐστι καὶ πλεονέκτης καὶ ὁ μὴ ἐνδύων τὸν γυμνὸν, καὶ ὁ μὴ τρέφων τὸν ἄρτου δεόμενον. Ἐθαύμασας δέ τινων πρόσωπα. Ἄλλο καὶ τοῦτο ἁμάρτημα· ἁμάρτημα γὰρ καὶ τὸ θαυμάζειν πρόσ ωπον. Ὁ δεῖνα, ὅτι πλούσιός ἐστι, θαυμάζω αὐτοῦ τὸ πρόσωπον· τὸν δὲ πένητα καταπατῶ, ἐπειδήπερ ἀξίωμα οὐκ ἔχει. Ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθός. Ὑγιὲς ἐνθάδε δόγμα ὁ Ἐλιφὰζ λέγει· οἴεται γὰρ τὸν Ἰὼβ διὰ τὰ ἁμαρτήματα πάσχειν, καὶ ὅτι ὑπομείνας κα θαίρεται δι' αὐτοῦ τοῦ πάσχειν· καὶ καθαιρόμενος, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, δόκιμος ἀποφαίνεται, πᾶν τὸ ἀλλότριον ἀποθέμενος, καὶ πάσης κακίας 12.1040 ἀμιγὴς γεγονώς. Φησὶν οὖν, ὅτι, ἐὰν καὶ σὺ ὑπομεί νῃς τὰ συμβεβηκότα σοι, ἀποδώσει σε καθαρὸν ὥσπερ ἄργυρον πεπυρωμένον ὁ Θεός· καὶ καθαρὸς γενόμε νος, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτή ματα, καὶ ἱλαρῶς τὸ πρόσωπον ἐπαρεῖς εἰς τὸν οὐ ρανὸν, ἀκαταγνώστῳ συνειδότι τὰς ἱκετείας ποιούμε νος· κἄν τι εὔξῃ καὶ ὑπόσχῃ τῷ Θεῷ, αὐτὸς ἐνισχύ σει σε πρὸς πέρας ἀγαγεῖν τὰς πρὸς αὐτὸν ὑποσχέ σεις· αὐτὸς γάρ ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Ἀντὶ μέντοι τοῦ, «∆ώσει δέ σοι ἀποδοῦναι τὰς εὐχὰς,» Θεοδοτίων, «Καὶ ὁριεῖς ῥῆμα, καὶ σταθήσεταί σοι,» ἐξέδωκε· τουτέστιν, ἅπαν ὃ ἂν συντάξῃ καὶ τυπώσῃς, οὐ διαπεσεῖται· καὶ ἁπλῶς εἰπεῖν, ἅπασάν σοι τὴν ἁρμόζουσαν δικαίῳ παρέξει διαγωγήν· καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου ὁδηγούμε ναι φωτός· ἢ καὶ αἱ πράξεις σου λαμπραὶ καὶ ἐπίδο ξοι ἔσονται. Ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ ἐρεῖς· Ὑπερηφανεύσατο. Ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν· πρὸς δὲ τὸν Ἰὼβ ὁ λόγος. ∆ιὰ τοῦτο, φησὶν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ εἶπεν, ὅτι ἐνδίκως αὐτὸς ὑπέστη ἃ πέπονθεν, ἐπειδὴ ὑπερη φανεύσατο. Καὶ κύφοντα ὀφθαλμοῖς σώσει. Τουτέστι τὸν τα πεινόφρονα, τὸν κάτω βλέποντα διὰ τὸ δυσσυνείδητον καὶ ἀπαῤῥησίαστον, καθάπερ ὁ ἐν τοῖς Εὐαγγελίοις δικαιωθεὶς τελώνης. ΚΕΦ. ΚΖʹ. Ἔτι δὲ προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν. Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας· πρότερον μὲν διὰ τῶν ἐκτός· ὕστερον δὲ δι' αὐτοῦ τοῦ σώματος· μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας· ἀλλ' ἀληθεῖς μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προσφερομένους· καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον φθέγξασθαί τι κατὰ τῆς Προ νοίας· ἀσεβῆσαι διὰ τοὺς πόνους· ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας· ἀλλ' ὁ στεῤῥὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Βαλδὰδ τρεῖς, ὁ Σοφὰρ δύο. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. Τοῦτο καὶ Παῦλος ὕστερον ἐφθέγξατο, καὶ προσέθηκεν· «Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι.» Πολλὴ ἡ παῤ ῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνοιδα. ΚΕΦʹ. ΚΘʹ. Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν «οἱ ἄρχοντες.» Οὗτοι παραχω 12.1041 ροῦντες τῷ δικαίῳ τοῦ λόγου, αὐτοὶ αὐτοῦ παρόντος ἐσίγων. ∆άκτυλον ἐπιθέντες ἐπὶ τῷ στόματι. ∆όξει μὲν οὖν καὶ σημεῖον εἶναι σιωπῆς τὸ, δάκτυλον ἐπιθεῖναι ἐπὶ τῷ στόματι· τάχα δὲ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, δηλοῖ, ὅτι τὸ ἔργον αὐτῶν ἐφίμου αὐτοῖς τὰ χείλη, καὶ οἱονεὶ δεσμός τις τῷ στόματι ἐπέκειτο· ᾐσθήθησαν γὰρ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόν τος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος, αὐτοὶ ὀλίγα πεπραχότες· ὁ γὰρ δάκτυλος τὴν ἐλαχίστην σημαίνει πρᾶξιν καὶ ἐνέργειαν. ∆ικαιοσύνην δὲ ἐνδεδύκειν. Καλὸν χιτῶνα ὕφα νεν ἑαυτῷ ὁ Ἰὼβ, ἵνα ἐνδύσηται τὴν δικαιοσύνην ἀντὶ χιτῶνος. Ἴδε αὐτοῦ καὶ τὸ ἱμάτιον· δικαιοσύνη ὁ χιτών· κρῖμα ἡ διπλοΐς. ΚΕΦ. ΛΒʹ. Φοβηθεὶς τοῦ
Elihu: hear me; reason sets man above beasts§4
4Elihu offers knowledge of suffering and of unjust people who prosper. If I watch only this life, Origen says with the psalm-sense, my feet nearly slip; if I remember what is coming, they stand. Hear me follows that settled footing.
Variant lines stress patient listening until understanding is reached. Guardians — angels who encamp — mark a person off from beasts and enemies. God teaches above cattle and above birds of the air because humankind alone is honored with reason. By creation we are set apart from animals; but if you live as a sinner bent downward, that separation is lost.
Greek · §4
ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπαγγέλλεται μέντοι «ἐπιστήμην» ἔχειν, ἢ, κατὰ τοὺς λοιποὺς, «γνῶσιν,» πῶς ἄν θρωποι πάσχουσιν ἐν τῷ βίῳ· πῶς τινες ἄδικοι εὐτυχοῦσιν. Εἶδον ἀδικοῦντας καὶ παρανομοῦν τας, εὐθηνοῦντας, καὶ ἐμοῦ παραμικρὸν ἐσα λεύθησαν οἱ πόδες, ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνῳ ἐνίδω· ἐὰν δὲ τὸ μέλλον ἐννοήσω, ἑστῶτές εἰσιν οἱ πόδες μου. ∆ιὸ εἶπα· Ἀκούσατέ μου. Ἕτερα ἀντίγραφα μετὰ τὸ «Ἐρῶ γὰρ ὑμῶν ἀκουόντων,» ἔχει καὶ τού τους στίχους· «Ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην ἄχρι συνέσεως ὑμῶν.» Οἱ δὲ ἕτεροι ἑρ μηνευταὶ οὕτως ἐκδεδώκασιν· «Ἰδοὺ, ἐξεδεξάμην τοὺς λόγους ὑμῶν· ἠκροασάμην ἐφ' ὅσον ἐφρονεῖτε, ἐφ' ὅσον ἐξητάζετε λόγους, καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν, ἐνενόουν.» Κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων, Ὥσπερ, φησὶν, ἐγὼ μεθ' ἡσυχίας ἤκουσα πάντων ὧν εἴπατε, καὶ ἀνέμεινα μέχρι συμπεράσματος τῶν ὑμετέρων λόγων· καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε· καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων. Κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα ὁ νοῦς οὗτος· Ἀκούσατέ μου, φησίν· ἐρῶ γὰρ οὐδὲν ὑπέρογκον, ἀλλ' ἃ δύνασθε δοκιμάσαι. «Καὶ μέχρις ὑμῶν συνήσω,» ἀντὶ τοῦ, Οὐ κενοφω νίαις χρήσομαι, ἀλλ' ὡς δύνασθε συνιέναι λαλήσω. Ἢ ἐκεῖνό φησιν, ὅτι, Οὐ πρότερον παύσομαι λαλῶν, πρὶν ἢ καὶ ὑμεῖς τοὺς ἐμοὺς δοκιμάσητε λόγους, εἰ ἄρα κἀγὼ συνιέναι δύναμαι «μέχρις ὑμῶν,» τουτ έστι, μέχρις οὗ καὶ ὑμεῖς ἐννοήσητε, ἢ καὶ ὑπερ βάλλω τὴν ὑμετέραν σύνεσιν. Πλήρης γάρ εἰμι ῥημάτων. Καλῶς εἶπε τὸ, «πλή ρης εἰμί·» ὁ γὰρ μὴ πλήρης ὢν ῥημάτων, καὶ ἐρ χόμενος ἐπὶ τὸ λαλεῖν, κενὰ λαλήσει ὡς κενὸς, κατὰ τὸ εἰρημένον· «Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» Ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμέ νου ἐν αὐτῇ ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεν 12.1044 νήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομα θοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον, ὃν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμέ νον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λό γων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώ σας καὶ ἀποβαλών. ΚΕΦ. ΛΕʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος ἀναβλέ πει εἰς τὸν οὐρανὸν, ἀλλ' ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ' ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μω σέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέ πω τὸ νέφος ὑψηλὸν ἀπ' ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξ ετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμέ νον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπ' ἐμοῦ. Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρ τες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν ἰώ μενος· εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰά σηται, καὶ γένηται τὸ, «Μακάριοι ὧν ἀφέθησαν αἱ ἁμαρτίαι.» Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ὅρα ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, «Ὁ κατατάσσων φυλακὰς νυκτε ρινάς.» Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυ κτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκό τος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι' ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρου ρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλ λοντες ἄγγελοι. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Κατὰ δὲ τοὺς λοιποὺς, «διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα διιπτάμενα πετεινά·» μόνος γὰρ ὁ ἄνθρωπος λόγῳ τετίμηται. Κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων· ἐὰν δὲ ᾖς ἁμαρτωλὸς, πόρ νος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ
Gird like a man; God reasons with Job§5
5Compared with cattle you become like horse and mule without understandingChapter 40 answers: gird your loins like a man. Perfect prizes wait after this life, yet grace already gives earnest-money. When Job lost goods and still praised the Giver, gave back children with thanks, and was not beaten by worm-ridden disease, God spoke from cloud and whirlwind as a first installment of the awards.
Job stays silent, lacking boldness, not yet knowing Moses spoke and God answered by voice. God grants him freedom to speak and even takes the part of one reasoned with, as in Come, let us reason and My people, what have I done to you? The prize includes being asked and allowed to answer. Only the one who has endured hears Gird like a man; loose loins cannot reply well. Do not refuse my judgment means: do not call your suffering irrational when God decides you must bear something.
Greek · §5
τετραπόδων γῆς, ἀλλὰ παρασυνεβλήθης τοῖς κτήνεσι, καὶ ἐγένου ὡς 12.1045 ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, καὶ ἵππος θηλυμανής. ΚΕΦ. Μʹ. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον· οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλη τάς. ∆ιὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, εὐχαρίστησε τῷ παρειλη φότι· ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἄθλων δίδωσιν αὐτῷ ὁ Θεὸς, χρη ματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος. Ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν· οὔπω γὰρ ᾔδει τὸ, «Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.» Ὁ μέντοι Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λέγειν· καὶ τοσαύτη ἐστὶν αὐτοῦ ἡ χρηστότης, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ ἄλλαι τοῦτο ἐδίδαξαν Γρα φαί· ὡς τὸ, «∆εῦτε, καὶ διαλεχθῶμεν·» καὶ, «Λαός μου, τί ἐποίησά σοι;» Ἤδη ἆθλον δίδωσιν αὐτῷ ὁ Θεὸς, ὅτι ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενι κηκὼς, οὐκ ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου,» καὶ μὴ σιώπα· ἀλλ' ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις· ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται, οὐδὲ συνέσφιγκται, ἀλ λὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Θεῷ. Μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ τὴν ὀσφὺν ζώσηται. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ οἵου ἀλόγως κεκρίσθαι μοι ταῦτα ἅπερ ὑπέμεινας, μηδὲ ἀποποιοῦ μου τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνημονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον
Do not reject my judgment; dragon bound like a sparrow§6
6Loss of child, property, or health cannot touch us unless God judges. Do not reject my judgment means: do not deny what I decided about you in this speaking. Do you think I dealt with you for any end but that you might appear righteous? You were righteous but hidden; endurance and courage needed the pains to shine them out. In distress we should hear God saying the trial was allowed so that righteousness would be plain to those who did not know it.
Take up height: the victor is to take power, be crowned, and put on beauty. The insolent campaigner is humbled and sent off in shame with his ranks. Chapter 41 asks whether one will play with the dragon as with a bird or bind him like a sparrow for a child. For a finished soul Satan is handed over bound, unable to hurt, led where the child wills — by the Lords grace.
Greek · §6
ἀποβαλεῖν, ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν τούτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· «Μὴ ἀποποιοῦ μου τὸ κρῖμα·» τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλ' οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν· εἶχες ἀνδρείαν· ἀλλ' ἐκρύπτετο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξω 12.1048 μεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· «Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι,» τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ; Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυσαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ' αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος. ΚΕΦ. ΜΑʹ. Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον ὑποχείριον, ὁ Σατανᾶς
Nations feed on the dragon; eyes like Morning Star§7
7By grace Satan is bound for infants and nursing ones, from whose mouth God prepared praise. Nations feed on him: as the Lord feeds the faithful, the dragon feeds the impious — food for the Ethiopians read as sons of darkness. Every word we take is either empty hearing from the dragon or a building word from Christ.
No fleet of human bodies can by itself strip even one hide from his tail; only under divine oversight is he finished. He is folded; the holy can expose the fold, and to the holy he is not folded. Spirit will not pass him means nothing escapes him — all must come through. Prepare not to be seized. His eyes have the look of the Morning Star — not that they are that star.
Greek · §7
δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός. Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ δράκων τῶν ἀσεβῶν· «Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι·» τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθ' ἕκαστον γὰρ λόγον ὃν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν παραδεξώμεθα ἀκοὴν ματαίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Σαφέστερον δὲ εἰπεῖν· Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι, τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαι αὐτοὶ καθ' ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, καὶ ὅλον αὐτὸν κομίσαι καὶ νεκρῶσαι δυνάμεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κατὰ τό· «Ὁ δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.» Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι, Θώραξ καὶ στῆθος ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ· δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται. Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, «οὐ μὴ διέλθῃ,» οὐχ ὅτι οὐ διέρχεται καὶ παρέρχεται, ἀλλ' ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ δι' αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι ὑπ' αὐτοῦ. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν Ἑωσφόροι,
False light of heresy; the Lord gave double§8
8His eyes only look like the Morning Star: he transforms himself into an angel of light and pretends to be a day-sign. Burning lamps name the dragons mouth — introducers of godless doctrines. Under Christian pretext, Marcionite, Valentinian, or Basilidean speech that attacks the Maker of heaven and earth sends out firebrands. Keep yourselves lest those lamps burn you.
One who after ruin takes the dragon in again receives into the soul a creature filled with evils. Chapter 42: the Lord gave double. The one who has stood every trial receives endurance-prizes doubled — and the Lord gives even a hundredfold. Double restoration answers double virtue shown.
Greek · §8
ἀλλ' «εἶδος Ἑωσφόρου·» μετασχηματίζεται γὰρ εἰς ἄγγελον φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσποιεῖται σύμβολον ἡμέρας. Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας 12.1049 τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες. Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ ∆ημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου, τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί. Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ δορυφέρει αὐτὸν ἡ ἀπώλεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια αὐτοῦ, εἶθ' οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παραδέξηταί τις τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δράκοντα· ὅταν γὰρ ἁμάρτῃ τις, τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ ψυχήν. ΚΕΦ. ΜΒʹ. Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ. Ὁ μὲν οὖν πάντα πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον· ὁ δὲ Κύριος ἆθλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλ' ἑκατονταπλασίονα· οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.