Unit 3 rem early
maker of good both practically and theoretically
Greek
Βελίαρ ὁ ἀγαθοποιῶν πρακτικῶς καὶ θεωρητικῶς θεὸν τὸν Χριστὸν ἔχων ὑπάρχοντα φῶς ἀληθινὸν πόρρω τοῦ σκότους καὶ τοῦ Βελίαρ ἐστίν· ἀλλὰ καὶ ἐπεὶ ἐναντίον τῷ ἀγαθοποιεῖν τὸ ποιεῖν τὸ κακόν, ὁ κακοποιὸς δι' αὐτοῦ τοῦ οὕτως ἐνεργεῖν ἐκ τοῦ Βελίαρ καὶ τοῦ σκότους ὢν οὐχ ἑώρακε τὸν θεὸν οὐδὲ κατὰ πόσον γνῶσιν αὐτοῦ ἔχων· “πᾶς γὰρ ὁ ἁμαρτάνων οὐχ ἑώρακε τὸν θεὸν οὐδὲ ἔγνωκεν αὐτόν”· ἐπεὶ δὲ τὸ ὁρᾶν σῶμα ἢ μὴ ὁρᾶν τῷ χρᾶσθαι ὄψει καὶ μὴ χρᾶσθαι γνωρίζεται ὁρωμένου τοῦ αἰσθητοῦ καὶ τῷ κακοποιοῦντι, ἐὰν ὄψιν ἔχῃ, μὴ βλεπομένου δὲ τῷ στερουμένῳ ὄψεως, κἂν ἀγαθοποιὸς ᾖ, ἀναντιρρήτως οἷς ἅμα δείκνυται, εἴγε ἀγαθοποιοῦντι διὰ τὸ καθαρὰν καρδίαν ἔχειν δρᾶται, κἂν ὄψεως 88 λείπηται, οὐχ ὁρώμενος τῷ κακοποιοῦντι, κἂν ὀξυωπέστατος ᾖ. Παρίσταται τὰ ἐναντία εἶναι καὶ διὰ τοῦτο ἀσυνύπαρκτα, τὸ ἀγαθοποιεῖν φημι καὶ κακοποιεῖν, καὶ ἐκ τοῦ· “ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν” καὶ τῶν παραπλησίως γεγραμμένων. (Cr 151, 20-152, 3 Ma 233f) Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ σὺν γοητείᾳ χρησάμενοί τινες ἀσεβεῖς ἄνθρωποι παρεισέδυσαν διὰ τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμμένοι τουτέστι προεγνωσμένοι εἰς τοῦτο τὸ κρίμα, ὃ παρ' ἑαυτοῖς ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ νῷ· οὗτοι δι' ὑπερβάλλουσαν ἀσέβειαν ἀκόλαστοί τινες ὄντες τὴν τοῦ 89 κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν εἰς ἀσέλγειαν μετέθηκαν καὶ δι' αὐτοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν μόνον δεσπότην Ἰησοῦν Χριστὸν κύριον τῶν κληθέντων διὰ τοῦ εὐαγγελίου· εἶτα ἵνα ἀποστρέψῃ τοὺς πιστοὺς τῶν τοιούτων πονηρῶν καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν
About this text
A clear explanation of the Catholic Epistles showing how Christians are called to endure and grow in faith
Catalogue & scope
Khazarzar scan
Witnesses
- Copy-text PG (Khazarzar) (Greek)
This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.