Each companion confesses Christ before the prefect
The prefect Rusticus turns from Justin to each of his companions in turn, asking whether they too are Christians and where their parents are.
The prefect Rusticus said to Chariton, "Tell me further, Chariton: are you also a Christian?" Chariton said, "I am a Christian by God's command." The prefect Rusticus said to Charito, "What do you say, Charito?" Charito said, "I am a Christian by the gift of God." Rusticus said to Euelpistus, "And who are you?" Euelpistus, a slave of Caesar, answered, "I too am a Christian, having been set free by Christ, and I share in the same hope by the grace of Christ." The prefect Rusticus said to Hierax, "Are you also a Christian?" Hierax said, "Yes, I am a Christian, for I worship and adore the same God." The prefect Rusticus said, "Did Justin make you Christians?" Hierax said, "I was a Christian, and I will be." Paeon, standing by, said, "I too am a Christian." The prefect Rusticus said, "Who taught you?" Paeon said, "We received this good confession from our parents." Euelpistus said, "I listened gladly to Justin's words, but I too received being a Christian from my parents." The prefect Rusticus said, "Where are your parents?" Euelpistus said, "In Cappadocia." Rusticus said to Hierax, "Where are your parents?" He answered, "Our true father is Christ, and our mother is faith in him. My earthly parents have died. As for me, I was torn away from Iconium in Phrygia and came here." The prefect Rusticus said to Liberianus, "What do you say? Are you a Christian? Do you not worship?" Liberianus said, "I too am a Christian, for I worship and adore the only true God."
Greek
Ῥουστικὸς ἔπαρχος τῷ Χαρίτωνι εἶπεν· Ἔτι εἰπὲ, Χαρίτων, καὶ σὺ Χριστιανὸς εἶ; Χαρίτων εἶπε· Χριστιανός εἰμι Θεοῦ κελεύσει. Ῥουστικὸς ἔπαρχος πρὸς τὴν Χαριτὼ εἶπε· Σὺ τί λέγεις, Χαριτώ; Χαριτὼ εἶπε· Χριστιανός εἰμι τῇ τοῦ Θεοῦ δωρεᾷ. Ῥουστικὸς εἶπε τῷ Εὐελπίστῳ· Σὺ δὲ τίς εἶ; Εὐέλπιστος, δοῦλος Καίσαρος, ἀπεκρίνατο· Κἀγὼ Χριστιανός εἰμι ἐλευθερωθεὶς ὑπὸ Χριστοῦ, καὶ τῆς αὐτῆς ἐλπίδος μετέχω χάριτι Χριστοῦ. Ῥουστικὸς ἔπαρχος τῷ Ἱέρακι εἶπε· Καὶ σὺ Χριστιανὸς εἶ; Ἱέραξ εἶπεν· Ναὶ, Χριστιανός εἰμι, τὸν γὰρ αὐτὸν Θεὸν σέβομαι καὶ προσκυνῶ. Ῥουστικὸς ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐποίησε Χριστιανούς; Ἱέραξ εἶπεν· Ἤμην Χριστιανὸς, καὶ ἔσομαι. Παίων δὲ ἑστὼς εἶπε· Κἀγὼ Χριστιανός εἰμι. Ῥουστικὸς ἔπαρχος εἶπε· Τίς ὁ διδάξας σε; Παίων εἶπεν· Ἀπὸ τῶν γονέων παρειλήφαμεν τὴν καλὴν ταύτην ὁμολογίαν. Εὐέλπιστος εἶπεν· Ἰουστίνου μὲν ἡδέως ἤκουον τῶν λόγων. Παρὰ τῶν γονέων δὲ κἀγὼ παρείληφα Χριστιανὸς εἶναι. Ῥουστικὸς ἔπαρχος εἶπε· Ποῦ εἰσιν οἱ γονεῖς σου; Εὐέλπιστος εἶπεν· Ἐν τῇ Καππαδοκίᾳ. Ῥουστικὸς τῷ Ἱέρακι λέγει· Οἱ σοὶ γονεῖς ποῦ εἰσίν; ὁ δὲ ἀπεκρίνατο λέγων· Ὁ ἀληθινὸς ἡμῶν πατήρ ἐστιν ὁ Χριστὸς, καὶ μήτηρ ἡ εἰς αὐτὸν πίστις· οἱ δὲ ἐπίγειοί μου γονεῖς ἐτελεύτησαν. Καὶ ἐγὼ, ἀπὸ Ἰκονίου τῆς Φρυγίας ἀποσπασθεὶς, ἐνθάδε ἐλήλυθα. Ῥουστικὸς ἔπαρχος εἶπε Λιβεριανῷ· Τί καὶ σὺ λέγεις, Χριστιανὸς εἶ; οὐδὲ σὺ εὐσεβεῖς; Λιβεριανὸς εἶπε· Κἀγὼ Χριστιανός εἰμι· εὐσεβῶ γὰρ καὶ προσκυνῶ τὸν μόνον ἀληθινὸν Θεόν.