Luke 1:1–2: many undertook; the Church keeps four
Verse 1. “Since many have undertaken to set in order a narrative of the things that have been fulfilled among us” (Luke 1:1). The task was too great: for a man to write down the teaching and words of God. So he rightly makes his apology in the preface. Among the people of old many claimed to prophesy. Some of them were false prophets and some were true prophets, and there was a gift, the discerning of spirits, by which the true prophet and the false prophet were told apart. So too now, in the new covenant, many wanted to write Gospels. But the tested money-changers did not approve them all; they chose some of them.
Perhaps the word “undertook” also carries a hidden charge against those who came to the writing of Gospels rashly and without the gift. Matthew did not undertake; he wrote, moved by the Holy Spirit. So did Mark, and John in the same way, and Luke. But those who wrote the Gospel entitled “according to the Egyptians” and the one entitled “of the Twelve” undertook. Basilides even dared to write a Gospel according to Basilides. Many, then, undertook, but the Church of God prefers the four alone.
He did not simply say “believed” but “fulfilled”, bearing witness that what is told cannot be set aside. And he said “things”, to overthrow the heresy of those who say that what was done through the Saviour happened only in appearance. “Just as those who from the beginning were eyewitnesses and servants of the Word handed them down to us” (Luke 1:2).
Greek
Στίχ. ά. Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ανατάδασθαι διήγησιν περὶ τῶν πεπληρορσορημένων ἡμῖν πραγμάτων. Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται· καὶ ἦν χάρισμα διάκρισις πνευμάτων, ἀφʼ οὗ χαρίσματος ἐκρίνετο ὁ ἀληθὴς προφήτης καὶ ὁ ψευδοπροφήτης· οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γράψαι. Ἀλλʼ οἱ δόκιμοι τραπεζῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. Τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προπετῶς καὶ χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλʼ ἔγραψεν ἐξ ἁγίου κινούμενος Πνεύματος· ὁμοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλησίως, καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν δώδεκα, οἱ συγγράψαντες ἐπεχείρησαν. Ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλείδην Εὐαγγέλιον. Πολλοὶ μὲν οὖν ἐπεχείρησαν· ἀλλὰ τὰ τέσσαρα μόνα προκρίνει ἡ τοῦ Θεοῦ Ἐκκλησία. Οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευμένων, ἀλλὰ πεπληροφορημένων, τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. Πραγμάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἵρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος γεγονέναι. Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου.