Fragments on Jeremiah · §3

Circumcision in Egypt and in the wilderness

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

Why recount all this? He seeks those circumcised in Egypt and those in the wilderness whom the word records. They seem of Ishmael’s line, who dwelt in the desert and took an Egyptian wife — so the catalogue of “circumcised” peoples is not a blank myth but a map of who cuts the flesh without the heart.

Greek

Τίνος ἕνεκέν μοι ταῦτα πάντα μεμυθολογεῖσθαι; ζητῶ τοὺς περιτετμημένους κατὰ Αἴγυπτον, καὶ ζητῶ τοὺς περιτετμημένους τοὺς ἐν τῇ ἐρήμῳ, πάντας οὓς ἀναγράφει ὁ λόγος. Ἐοίκασιν οὖν ἐκ τοῦ γένους εἶναι τοῦ Ἰσμαὴλ, ὃς ᾤκησε μὲν τὴν ἔρημον, ἠγάγετο δὲ τὴν αἰγυπτίαν γυναῖκα· καὶ οὐκέτι ἀμφιβάλλω τούτους που εἶναι, ἢ τοὺς ἐν Αἰγύπτῳ περιτετμημένους, καὶ τοὺς πε-ρικειρομένους κατὰ πρόσωπον, καὶ κατοικοῦντας ἐν τῇ ἐρήμῳ. Εἶκος γὰρ τὸν Ἰσμαὴλ παραλαβόντα τὸν νόμον τὸν πατρῷον τοῦ Ἁβραὰμ, ὡς θεοφιλοῦς πατρὸς ὄντα, καὶ ἀναχωρήσαντα τῆς οἰκείας, ἅπερ ἐνόμιζεν αὐτῷ εἶναι ἀσφαλέστατα, πατροπαρά-δοτα ὄντα, ταῦτα ποιεῖν καὶ ἐπὶ τοῖς ἐγγόνοις τοῖς ἑαυτοῦ. Οὕτως δὲ μέντοι περιτετμημένους ἔστιν εὑρεῖν Αἰγυπτίους ἢ τοὺς τὴν ἔρημον οἰκοῦντας. Πῶς δὲ καὶ τὸν Ἐδώμ; ὁ Ἐδὼμ οὖτος κα-ταβαίνει καὶ αὐτὸς ἐκ τοῦ σπέρματος τοῦ Ἁβραάμ· τῷ γὰρ Ἁβραὰμ ἐγένετο μὲν παῖς Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ, ἐγένετο δὲ καὶ ὁ Ἰσαὰκ ἐκ τῆς Σάῤῥας· τῷ δὲ Ἰσαὰκ πάλιν παῖδες δύο, ὅ τε Ἡσαῦ καὶ ὁ Ἰακώβ. Καὶ ὁ μὲν Ἰακὼβ οὐκ ἠγάγετο γυναῖκαν αἵμα-τος ξένου, οὐδὲ τῶν Χαναναίων, ταῦτα ἐπι-σκέψαντος τοῦ πατρός. Ὁ μέντοι Ἡσαῦ ἠ-γάγετο γυναῖκα τὴν θυγατέρα Ἰσμαὴλ, ἀ-δελφὴν τοῦ Νεβεώθ, ἀνεψιὰν δήπουθεν ἀγόμενος ἑαυτοῦ γυναίκα πρὸς πατρὸς, ξέ-νην δὲ πρὸς μητρὸς, καὶ γίνεται παίδων πολλῶν πατήρ. Πρωτότοκος δὲ αὐτοῦ ὁ Ἐ-δὼμ, καὶ μαρτυρήσει μοι τὸ ἱερὸν λόγιον λέ-γον· Αὖται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδώμ. Οὐκοῦν ἄπερ ἐλέγετο μικροῦ πρόσ-θεν περὶ τοῦ Ἰσμαὴλ, ὅτι δὴ παραλαβὼν νόμον πατρόθεν, τὸν τῆς περιτομῆς, παρεδί-δου ἐγγόνοις τοῖς ἑαυτοῦ, ταῦτα λέγειν ἡμῖν 595 ἔξεστι περὶ τοῦ Ἡσαῦ, ὅτι ὢν παῖς Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν παρέλαβε νόμον παρά τε τοῦ πάππου, παρά τε τοῦ πατρὸς ἥκον-τα

About this text

Gregory Thaumaturgus, Greek fragments on Jeremiah — hypocrisy and circumcision of the heart.

Catalogue & scope

Khazarzar scan

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.