The Ministry and Death of Luke the Evangelist
And having preached the gospel of the Lord to all its surrounding region even unto the Pentapolis, he is buried in Alexandria in the Boucola district with Iktaros, the first martyr in Lycia, whom Alexander struck down and laid there, where all the bishops lie. 14. As for Luke the Evangelist, a physician by trade, he himself wrote the Gospel according to Luke by the command of Paul the Apostle. He preached in Greece, in Rome, and in Italy; and he also wrote the Acts of the Apostles by the command of Paul the Apostle, for he traveled with the apostles, especially with the holy Paul, whom the blessed Paul mentions in his letters, writing: 'Luke the physician greets you in the Lord.' He died and was buried as the Bishop of Thebes.
Luke the Evangelist was of Antioch by birth and a physician by trade; he co-traveled with the apostles, especially with Paul, whom Paul also mentions in his letter, writing: 'Luke the beloved physician greets you in the Lord.' He died in Ephesus and was buried there, and was later translated to Constantinople along with Andrew and Timothy the apostles, during the times of Constantius, the son of Constantine the Great. The one recounting the Acts of the Apostles is Luke the Evangelist. For being of Antioch by birth and a physician by science, he traveled with the apostles, especially with Paul, and because he knew things accurately, he writes: he recounts how the Lord was taken up as if received by angels, and how the outpouring of the Holy Spirit occurred on Pentecost upon the apostles and all those present, the appointment of Matthias instead of Judas the traitor, the appointment of the seven deacons, the election of Paul and all he suffered, and all that the apostles performed as miracles through prayer and faith in Christ.
Greek
καὶ πάσῃ τῇ περιχώρῳ αὐτῆς ἕως τῆς Πενταπόλεως κηρύξας τὸ εὐαγγέλιον τοῦ κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται. ιεʹ. Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην, αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει 117 γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνημονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν κυρίῳ, ἐπίσκοπος Θηβῶν ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη. Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον κατ' ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κωνσταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων· κατὰ τοὺς καιροὺς Κωνσταντίου τοῦ βασιλέως υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου. Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ· ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ κύριος καὶ τὴν τοῦ ἁγίου πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντεκοστῇ ἐπί τε τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατάστασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.
About this text
Discover the journeys and martyrdoms of the apostles as recorded by Epiphanius of Salamis.
Catalogue & scope
Khazarzar scan
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.