Athenagoras, On the Resurrection of the Dead 17
This is human nature: composed from above by the Maker's own design, its very constitution is irregular, so its life and endurance are irregular too—broken by sleep and death, and by the changes that come with each age, because the later stages are not plainly visible in the earlier ones. Who would believe, without the teaching of experience, that a uniform, shaped seed holds such numerous and mighty capacities, or the distinction of the masses that accumulate and knit together—I mean bones, nerves, cartilages, and further muscles, flesh, organs, and the body's remaining parts? Nothing of these is visible in the moist seeds, nor do infants perceive what will belong to the mature, nor do the mature perceive what belongs to youth, nor do these perceive what belongs to the aged. Yet even though some of these realities never appear at all and others appear only faintly, those who are not blinded by wickedness or negligence in judging these matters still know the natural sequence: first the sowing of seed; then the articulation of each part and member; then the conceived come into the light; then growth in the first age follows, and completion through growth; then, once natural powers have peaked, their weakening until old age; and finally the dissolution of worn-out bodies. Accordingly, just as the natural chain of what has come to be supplies confidence to those who cannot derive certainty from the appearances themselves—since the seed does not have human life or form engraved on it, nor does life's dissolution into its first elements—so much more does the Word, tracing truth through the natural sequence, confirm the resurrection, being more secure and stronger than experience for grounding faith in truth.
Greek
Αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις, ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονήν, ποτὲ μὲν ὕπνῳ ποτὲ δὲ θανάτῳ διακοπτομένην καὶ ταῖς καθ᾿ ἑκάστην ἡλικίαν μεταβολαῖς, οὐκ ἐμφαινομένων ἐναργῶς τοῖς πρώτοις τῶν ὕστερον ἐπιγινομένων. Ἢ τίς ἂν ἐπίστευσεν, μὴ τῇ πείρᾳ δεδιδαγμένος, ἐν ὁμοιομερεῖ καὶ διαπλάστῳ τῷ σπέρματι τοσούτων καὶ τηλικούτων ἀποκεῖσθαι δυνάμεων ἢ τῶν ταύτῃ ἐπισυνισταμένων καὶ πηγνυμένων ὄγκων διαφοράν, ὀστέων φημὶ καὶ νεύρων καὶ χόνδρων, ἔτι δὲ καὶ μυῶν καὶ σαρκῶν καὶ σπλάγχνων καὶ τῶν λοιπῶν τοῦ σώματος μερῶν; Οὔτε γὰρ ἐν ὑγροῖς ἔτι τοῖς σπέρμασι τούτων ἔστιν ἰδεῖν οὐδέν, οὔτε μὴν τοῖς νηπίοις ἐμφαίνεταί τι τῶν τοῖς τελείοις ἐπιγινομένων, ἢ τῇ τῶν τελείων ἡλικίᾳ τὰ τῶν παρηβηκότων, ἢ τούτοις τὰ τῶν γεγηρακότων. Ἀλλὰ δὴ καίτοι τῶν εἰρημένων τινῶν μὲν οὔθ᾿ ὅλως τινῶν δὲ ἀμυδρῶς ἐμφαινόντων τὴν φυσικὴν ἀκολουθίαν καὶ τὰς τῇ φύσει τῶν ἀνθρώπων ἐπιγινομένας μεταβολάς, ὅμως ἴσασιν ὅσοι μὴ τυφλώττουσιν ὑπὸ κακίας ἢ ῥᾳθυμίας περὶ τὴν τούτων κρίσιν, ὅτι δεῖ πρῶτον μὲν γενέσθαι τῶν σπερμάτων καταβολήν, διαρθρωθέντων δὲ τούτων καθ᾿ ἕκαστον μέρος καὶ μόριον καὶ προελθόντων εἰς φῶς τῶν κυηθέντων ἐπιγίνεται μὲν ἡ κατὰ τὴν πρώτην ἡλικίαν αὔξησις, ἥ τε κατ᾿ αὔξησιν τελείωσις, τελειωθέντων δὲ ὕφεσις τῶν φυσικῶν δυνάμεων μέχρι γήρως, εἶτα πεπονηκότων τῶν σωμάτων ἡ διάλυσις. Ὥσπερ οὖν ἐπὶ τούτῳ, οὔτε τοῦ σπέρματος ἐγγεγραμμένην ἔχοντος τὴν τῶν ἀνθρώπων ζωὴν ἢ μορφὴν οὔτε τῆς ζωῆς τὴν εἰς τὰς πρώτας ἀρχὰς διάλυσιν, ὁ τῶν φυσικῶς γενομένων εἱρμὸς παρέχει τὴν πίστιν τοῖς οὐκ ἐξ αὐτῶν τῶν φαινομένων ἔχουσι τὸ πιστὸν, πολὺ μᾶλλον ὁ λόγος ἐκ τῆς φυσικῆς ἀκολουθίας ἀνιχνεύων τὴν ἀλήθειαν πιστοῦται τὴν ἀνάστασιν, ἀσφαλέστερος ὢν καὶ κρείττων τῆς πείρας πρὸς πίστωσιν ἀληθείας.