Turn to the Lord and take away the veil
This was written so that you too—having put the veil on your face through works of dishonor and shame—may yourself also work the taking away of the veil. If you turn to the Lord, then you take away the veil, and you will no longer say, 'Our dishonor covered us.' (1 Timothy 2:8) Anger lying on our soul against someone, for example, is a veil lying on our face. Therefore if we want to pray, 'The light of your face has been marked upon us, Lord,' (Psalm 4:6) let us take away the veil and do what the apostle teaches.
As long as these things are in our mind and reasoning, the veil and the dishonor lie on the inward face—on our ruling principle—so that we do not see the glory of God shining. It is not God who hides his glory from us; we ourselves put the veil from wickedness on the ruling principle.
Greek
Τοῦτο οὖν γέγραπται, ἵνα καὶ σύ, τὸ κάλυμμα ἐπιτιθείς σου τῷ προσώπῳ διὰ τῶν τῆς ἀτιμίας καὶ τῶν τῆς αἰσχύνης ἔργων, αὐτὸς ἐργάσῃ καὶ τὸ περιαιρεθῆναι τὸ κάλυμμα. ἐὰν ἐπιστρέψῃς πρὸς κύριον, τότε περιαιρεῖς τὸ κάλυμμα, καὶ οὐκέτι ἐρεῖς τὸ «ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν. οἷον ὀργὴ ἐπικειμένη τῇ ψυχῇ ἡμῶν κατά τινος ἐπίκειται κάλυμμα ἡμῶν ἐπὶ τὸ πρόσωπον. διὰ τοῦτο εἰ θέλομεν προσευχόμενοι εἰπεῖν· «ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε«, περιαιρῶμεν τὸ κάλυμμα καὶ ποιήσωμεν τὸ ἀποστολικὸν ἐκεῖνο τὸ «βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. ἐὰν περιέλωμεν τὴν ὀργήν, περιείλομεν τὸ κάλυμμα, ἐὰν τὰ πάθη πάντα.
ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῶ, τῷ ἡγεμονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἡ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν. οὐκ ἔστιν ὁ θεὸς ὁ ἀποκρύπτων αὑτοῦ τὴν δόξαν ἀφ᾿ ἡμῶν, ἀλλ᾿ ἡμεῖς τὸ κάλυμμα ἀπὸ τῆς κακίας ἐπιτιθέντες τῷ ἡγεμονικῷ.