Abandonment and Passion of Christ
I have abandoned my house, I have left my inheritance, I have given my beloved soul into the hands of its enemies. Behold the one existing in the form of God, who is in the heavens, behold his heavenly house. If you wish to see higher (for he is in the Father's), behold his house being God.
For that was his inheritance, the lands with the angels, the order with the holy powers. I have given my beloved soul into the hands of its enemies. He delivered his soul into the hands of the enemies of the soul, into the hands of Jews who killed him, into the hands of rulers who conspired against him, into the hands of kings, when 'the kings of the earth stood and the rulers conspired together against the Lord and against his Christ.' (Psalms 2:2)
Greek
«Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἴδε μοι τὸν «ἐν μορφῇ θεοῦ« ὑπάρχοντα ὄντα έν τοῖς οὐρανοῖς, ἴδε αὐτοῦ τὸν οἶκον ὑπερουράνιον. εἰ βούλει καὶ ὑψηλότερον ἰδεῖν (ὅτι έν τῷ πατρί«), ἴδε αὐτοῦ οἶκον ὄντα τὸν θεόν. καταλείπει «τὸν πατέρα καὶ τὴν μητέρα«, τὴν «ἄνω Ἱερουσαλήμ«, καὶ ἔρχεται εἰς τὸν περίγειον τόπον τόπον καί φησιν· «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.
ἐκείνη γὰρ ἦν ἡ κληρονομία αὐτοῦ, τὰ χωρία τὰ μετὰ τῶν ἀγγέλων, ἡ τάξις ἡ μετὰ τῶν ἀγίων δυνάμεων. «ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. παρέδωκεν αὐτοῦ τὴν ψυχὴν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τῆς ψυχῆς, εἰς χεῖρας Ἰουδαίων τῶν ἀποκτεινάντων αὐτόν, εἰς χεῖρας ἀρχόντων συναχθέντων κατ' αὐτοῦ, εἰς χεῖρας βασιλέων, ὅτε «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἑπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.