Against Celsus, Book I · §19 · Origen of Alexandria

Floods, fires, and the age of the world

Next, Celsus, wishing covertly to discredit the account of the making of the world given by Moses, which indicates that the world is not yet ten thousand years old but much less than that, sides with those who say that the world is uncreated, while hiding his own intention. For his statement that “there have been many conflagrations from all eternity, and many floods, and the flood in the time of Deucalion is more recent, having happened lately” plainly shows those able to understand him that in his view the world is uncreated.

Let the man who finds fault with the faith of Christians tell us by what demonstrative arguments he was compelled to accept that there have been many conflagrations and many floods, and that the most recent of all are the flood in the time of Deucalion and the conflagration in the time of Phaethon. But if he puts forward Plato’s dialogues on these matters, we shall tell him that we too may believe that the divine Spirit dwelt in the pure and devout soul of Moses, who rose above everything that has come into being and attached himself to the Creator of the universe, and who set forth the things of God far more clearly than Plato and the wise among Greeks and barbarians. And if he demands of us reasons for such a faith, let him first give reasons for what he himself declared without proof, and after that we shall establish that our own positions are so.

Greek

Ἑξῆς τούτοις ὁ Κέλσος λεληθότως βουλόμενος διαβαλεῖν τὴν κατὰ Μωϋσέα κοσμοποιΐαν, ἐμφαίνοντα μηδέπω μυρίων ἐτῶν ἀριθμὸν ἔχειν τὸν κόσμον ἀλλὰ πολλῷ τούτου λειπόμενον, προστίθεται κλέπτων αὐτοῦ τὸ βούλημα τοῖς λέγουσιν ἀγένητον εἶναι τὸν κόσμον. τὸ γὰρ πολλὰς ἐκ παντὸς αἰῶνος ἐκπυρώσεις γεγονέναι πολλὰς δ᾿ ἐπικλύσεις καὶ νεώτερον εἶναι τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν ἔναγχος γεγενημένον σαφῶς τοῖς ἀκούειν αὐτοῦ δυναμένοις παρίστησι τὸ κατ᾿ αὐτὸν τοῦ κόσμου ἀγένητον. λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει Χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς κοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμοὺς, πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τὸν ἐπὶ Δευκαλίωνος ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλ᾿ ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φήσομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ εὐσεβεῖ ψυχῇ Μωϋσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος. ἐμπεπολιτεῦσθαι πνεῦμα θεῖον. πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρ᾿ Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ (τοῦ) θεοῦ παραστήσαντος. εἰ δ᾿ ἀπαιτεῖ ἡμᾶς λόγους τῆς τοιαύτης πίστεως, διδότω πρότερος περὶ ὧν αὐτὸς ἀναποδείκτως ἀπεφήνατο, καὶ ἑξῆς κατασκευάσομεν τὰ ἡμέτερα ταῦθ᾿ οὕτως ἔχειν.

Report a mistake in this passage