Homily II — The apostles' farewell hymns
Words of this kind, I think, the apostles, with the whole fullness of the Church, spoke to the blessed Virgin. But when they saw the Mother of God hastening toward her departure from life and longing for it, they turned, filled with divine grace, to hymns for her going forth: they lent their mouths to the Spirit and were carried out of the flesh, longing to depart with the Mother of God as she departed, and departing ahead of her, as far as they could, by the strength of their resolve. And when all together had satisfied their longing and discharged their duty, and had woven a many-flowered and varied crown of sacred hymns, they received the blessing like a treasure given by God, as they spoke their words of farewell, their last words. These words, as far as I know, proclaimed how fleeting the present life is and how quickly it is swept past, and brought into the open the hidden mysteries of the good things to come.
Greek
Τοιαῦτα ἄττα μοι δοκεῖ τοὺς ἀποστόλους σὺν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι τῇ μακαρίᾳ Παρθένῳ προσφθέγγεσθαι. Ἀλλ' ἐπειδὴ πρὸς τὴν ἐκβίωσιν σπεύδουσαν, κἀκείνης ἐφιεμένην ἑώρων τὴν θεομήτορα, πρὸς ὕμνους ἐκδημίους ἐτρέποντο τῆς θείας ἐμφορούμενοι χάριτος, καὶ τῷ στόματι κιχρῶντες τῷ Πνεύματι, καὶ σαρκὸς ἐξιστάμενοι, καὶ συνεκδημεῖν ἐκδημούσῃ τοῦ Θεοῦ τῇ Μητρὶ ἐφιέμενοι, καὶ προεκδημοῦντες ὡς οἷόν τε τῷ τόνῳ τῆς προαιρέσεως. Ἐπεὶ δὲ πάντες ἅμα τὸν πόθον, καὶ τὸ χρέος ἀφωσιώσαντο, καὶ πολυανθῆ τε καὶ ποικίλον ὕμνων ἱερῶν ἐπλέξαντο στέφανον, τὴν εὐλογίαν ὥσπερ τινὰ θεόσδοτον θησαυρὸν ἐκομίζοντο, ἐξιτήριά τε καὶ τελευταῖα προσφθεγγόμενοι ῥήματα. Τάδε ἦν, ὡς ἐμὲ εἰδέναι τοῦ παρόντος βίου τὸ ῥευστὸν καὶ εὐπάροιστον διαγγέλλοντα, καὶ τῶν μελλόντων ἀγαθῶν τὰ κεκρυμμένα μυστήρια εἰς τοὐμφανὲς ἄγοντα.