Summary of Letters
He sent letters to the resident aliens in Crete, and receives Philip as their bishop, while the great courage of the church under him is being testified; he reminds them to guard against the perversion of the heretics.
And regarding the church residing in Amastris, he sent letters to them by way of Pontus, and he remembers having urged Bakchylides and Elpis to write to him; he sets forth explanations of divine writings; he marks out Palman as their bishop; and he advises the same people much concerning marriage and chastity. He also commands that those who are turning back from whatever fall, whether from fault or from heretical error, should be received.
By these means another letter was sent toward the Knossians, in which he exhorts Pinutos, the bishop of the resident aliens, not to always lay the heavy burden of chastity upon the brothers, but to observe the weakness of the many.
And another letter of Dionysius is brought alongside these, having been sent to a most faithful sister, Chrysophoros. In which, by writing the appropriate things, she also shared in the logical food that was fitting for her.
Greek
ΚΡΗΤΗΝ ΠΑΡΟΙΚΙΑΙΣ ἐπιστείλας, Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ' αὐτὸν ἐκκλησίας· τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι. Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΑΜΑΣΤΡΙΝ ἉΜΑ ΤΑΙΣ ΚΑΤΑ ΠΟΝΤΟΝ ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται· γραφῶν τε θείων 183 ἐξηγήσεις παρατέθειται· ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποσημαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. καὶ τοὺς ἐξ οἵας δ' οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει. Ταύταις ἄλλη ἐγκατείλεκται ΠΡΟΣ ΚΝΩΣΣΙΟΥΣ ἐπιστολὴ, ἐν ᾗ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ, μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς ἀδελφοῖς ἐπιτιθέναι, τῆς δὲ τῶν πολλῶν καταστοχάζεσθαι ἀσθενείας. – Καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ ∆ιονυσίου φέρεται, ΧΡΥΣΟΦΟΡΑΙ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος. ᾗ τὰ κατάλληλα γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς. 2